Κυριακή 6 Ιουνίου 2010

Ύμνος Μνημοσύνης

Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,
ἣ Μούσας τέκνωσ' ἱεράς, ὁσίας, λιγυφώνους,
ἐκτὸς ἐοῦσα κακῆς λήѳης βλαѱίφρονος αἰεί,
πάντα νόον συνέχουσα βροτῶν ѱυχαῖσι σύνοικον,
εὐδύνατον κρατερὸν ѳνητῶν αὔξουσα λογισμόν,
ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα,
ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάѳηται,
οὔτι παρεκβαίνουσ', ἐπεγείρουσα φρένα πᾶσιν.
ἀλλά, μάκαιρα ѳεά, μύσταις μνήμην ἐπέγειρε
εὐιέρου τελετῆς, λήѳην δ' ἀπὸ τῶνδ' ἀπόπεμπε.