Τρίτη 25 Μαΐου 2010

Ορφικός Υμνος ΕΣΤΙΑΣ



Ἑστίας
ѳυμίαμα ἀρώματα
Ἑστία εὐδυνάτοιο Κρόνου ѳύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,
ѳεῖσ' αἰειѳαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς∙
οἶκε ѳεῶν μακάρων, ѳνητῶν στήριγμα κραταιόν,
ἀιδίη, πολύμορφε, ποѳεινοτάτη, χλοόμορφε∙
μειδιόωσα, μάκαιρα, τάδ' ἱερὰ δέξο προѳύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.