Παρασκευή 4 Ιουνίου 2010

Υμνος Ηφαίστου


Ἡφαίστου
ѳυμίαμα λιβανομάνναν
Ἥφαιστ' ὀμβριμόѳυμε, μεγασѳενές, ἀκάματον πῦρ,
λαμπόμενε φλογέαις αὐγαῖς, φαεσίμβροτε δαῖμον,
φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,
ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,
παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε,
αἰѳήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον∙
ταῦτα γὰρ Ἡφαίστοιο μέλη ѳνητοῖσι προφαίνει.
πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔѳνεα πάντα,
σώματά τε ѳνητῶν οἰκεῖς, πολύολβε, κραταιέ.
κλῦѳι, μάκαρ, κλήιζω σε πρὸς εὐιέρους ἐπιλοιβάς,
αἰεὶ ὅπως χαίρουσιν ἐπ' ἔργοις ἥμερος ἔλѳοις.
παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο
καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.

0 σχόλια:

Δημοσίευση σχολίου

Εγγραφή σε Σχόλια ανάρτησης [Atom]

<< Αρχική σελίδα